Nonnus paraphrasi sancti evangelii Joannei 1

Testo base di riferimento: A. Scheindles, 1881

Cura dell'edizione digitale: Giancarlo Scarpa

Permalink: https://open.unive.it/hellenica/texts/NONNUS|evan|001

Altre sezioni


ΚΕΦ. Α.

Ἄχρονος ἦν, ἀκίχητος, ἐν ἀρρήτῳ λόγος ἀρχῇ,

ἰσοφυὴς γενετῆρος ὁμήλικος υἱὸς ἀμήτωρ,

καὶ λόγος αὐτοφύτοιο θεοῦ γόνος, ἐκ φάεος φῶς·

πατρὸς ἔην ἀμέριστος, ἀτέρμονι σύνθρονος ἕδρῃ·

5

καὶ θεὸς ὑψιγένεθλος ἔην λόγος. οὗτος ἀπ’ἀρχῆς

ἀενάῳ συνέλαμπε θεῷ, τεχνήμονι κόσμου,

πρεσβύτερος κόσμοιο· καὶ ἔπλετο πάντα δι’αὐτοῦ,

ἄπνοα καὶ πνείοντα· καὶ ἐργοπόνου δίχα μύθου

οὐδὲν ἔφυ, τόπερ ἔσκε· καὶ ἔμφυτος ἦεν ἐν αὐτῷ

10

ζωὴ πασιμέλουσα, καὶ ὠκυμόρων φάος ἀνδρῶν

ζωὴ πάντροφος ἦεν. ἐν ἀχλυόεντι δὲ κόσμῳ

οὐρανίαις σελάγιζε βολαῖς γαιήοχος αἴγλη,

καὶ ζόφος οὔ μιν ἔμαρψε. μελισσοβότῳ δ’ἐνὶ λόχμῃ

ἔσκε τις οὐρεσίφοιτος ἐρημάδος ἀστὸς ἐρίπνης,

15

κῆρυξ ἀρχεγόνου βαπτίσματος· οὔνομα δ’αὐτῷ

θεῖος Ἰωάννης λαοσσόος. οὗτος ἐπέστη

ἄγγελος ἐμπεδόμυθος, ὅπως περὶ φωτὸς ἐνίψῃ

μαρτυρίην, ἵνα πάντες ἑνὸς κήρυκος ἰωῇ

ὀρθὴν πίστιν ἔχοιεν, ἀτέρμονα μητέρα κόσμου·

20

οὐ μὲν κεῖνος ἔην νοερὸν φάος, ἀλλ’ἵνα μοῦνον

πᾶσιν ἀναπτύξειε θεηγόρον ἀνθερεῶνα

καὶ φάεος προκέλευθος ἀκηρύκτοιο φανείη,

ξυνὴν μαρτυρίην ἐνέπων θεοδέγμονι λαῷ.

καὶ γὰρ ἑοῦ μετὰ πατρὸς ἐτήτυμον ἀρχέγονον φῶς

25

μουνογενὴς λόγος ἦεν, ὃς ἀνέρα πάντα καθαίρει

πνευματικαῖς ἀκτῖσι καταυγάζων φύσιν ἀνδρῶν

ἐρχομένων ἐπὶ γαῖαν· ἔην δ’ἐν ἀπειθέι κόσμῳ

ἀπροιδής, καὶ κόσμος ἀπείριτος ἔσκε δι’αὐτοῦ,

καὶ λόγον οὐ γίνωσκεν ἐπήλυδα κόσμος ἀλήτης.

30

ἐγγὺς ἔην ἰδίων, ἴδιοι δέ μιν ἄφρονι λύσσῃ

ὡς ξένον οὐκ ἐγέραιρον· ὅσοι δέ μιν ἔμφρονι θυμῷ

ἀπλανέες δέξαντο καὶ οὐ νόον εἶχον ἀλήτην,

οὐρανίην πάντεσσι μίαν δωρήσατο τιμὴν

τέκνα θεοῦ γενετῆρος ἀειζώοντος ἀκούειν,

35

οὓς φύσις οὐκ ὤδινε λεχωιάς, οὐ βίος ἔγνω

ἀνδρομέου βλάστημα θελήματος, οὐδὲ καὶ αὐτὴ

σαρκὸς ἐρωτοτόκοιο γαμήλιος ἤροσεν εὐνή,

ἀλλὰ θεοῦ γεγάασιν ἀνήροτα τέκνα τοκῆος.

καὶ λόγος αὐτοτέλεστος ἐσαρκώθη, θεὸς ἀνὴρ

40

ὀψίγονος προγένεθλος, ἐν ἀρρήτῳ τινὶ θεσμῷ

ξυνώσας ζαθέην βροτοειδέι σύζυγα μορφήν.

καὶ θεὸς οἶκον ἔναιε σὺν ἀνδράσι, καὶ κλέος αὐτοῦ

εἴδομεν ἀνδρομέοισιν ἐν ὄμμασιν, οἷά τε τιμὴν

υἱοῦ μουνογόνοιο παρ’ὑψίστοιο τοκῆος·

45

καὶ χάριτος πέπληθε καὶ ἀτρεκίης γενετῆρος.

ἀμφὶ δὲ σαρκοφόροιο λόγου πρωτάγγελος ἀνὴρ

ἁγνὸς Ἰωάννης πιστώσατο μάρτυρα φωνήν·

οὗτος ἔην, ὃν ἔειπον ἀμωμήτῳ τινὶ μύθῳ·

πρῶτος ἐμεῖο βέβηκεν, ὀπίστερος ὅστις ἱκάνει,

50

ὅττι μευ ἦν πρώτιστος, ὅτι ξύμπαντες ἀπ’αὐτοῦ

ἠράμεθα ζαθέου πληρώματος ὄψιμον ἄλλην

ἀντίθετον προτέρης χάριτος χάριν· ὅττι θεμίστων

βίβλον ὅλων γενέτης διὰ Μωσέος ὤπασε λαῷ,

καὶ χάρις ἐκ Χριστοῖο καὶ ἀτρεκίη πέλε κόσμῳ·

55

καὶ θεὸν αὐτογένεθλον ἐν ἀντιπόροισιν ὀπωπαῖς

οὔποτέ τις σκοπίαζεν· ἑῷ διεπέφραδε μύθῳ

κεῖνος ὁ θεσπεσίῳ μεμελημένος ἠθάδι κόλπῳ

μουνογενής, ὁμόφοιτος ἀθηήτοιο τοκῆος·

μαρτυρίης δ’ὅδε μῦθος, ὃν ἀμβροσίῃ τινὶ φωνῇ

60

πιστὸς Ἰωάννης ἐτυμόθροος ἔννεπε κῆρυξ,

Ἑβραίων ὅτε λαὸς ἐρημάδος εἰς ῥάχιν ὕλης

Λευίτας προίαλλε καὶ ἀγρύπνους ἱερῆας,

ᾗχι φυγὰς μερόπων μετανάστιος ᾤκεεν ἀνὴρ

ἔνδιον αὐτόρριζον ὀρεσσαύλοιο μελάθρου.

65

μυστιπόλοι δ’ἐρέεινον ὁμήλυδες ὀξέι μύθῳ·

τίς σὺ πέλεις; μὴ Χριστὸς ἔφυς; καὶ ἀμοιβάδι φωνῇ

εἶπε καὶ οὐκ ἔκρυψε καὶ οὐκ ἠρνήσατο κῆρυξ·

Χριστὸς ἄναξ οὐκ εἰμί. καὶ Ἑβραίων χορὸς ἀνδρῶν

πόμπιμος ἔνθεον ἄνδρα τὸ δεύτερον εἴρετο μύθῳ·

70

εἰπέ, τίς οὖν σὺ πέλεις; Θεσβίτιδος ἀστὸς ἀρούρης

Ἠλίας ἐφάνης; καὶ ἀνίαχεν· οὐ μετανάστης

ὄψιμος Ἠλίας παλινόστιμος εἰς χθόνα βαίνω.

καὶ θρασὺς ἐσμὸς ἔειπεν ἀνιπτοπόδων ἱερήων·

μὴ σύ μοι, ὃν καλέουσι, θεηγόρος ἐσσὶ προφήτης,

75

ἄγγελος ἐσσομένων; καὶ ἀμείβετο δίζυγι μύθῳ·

οὐ πέλον Ἠλίας, οὐ θέσκελός εἰμι προφήτης.

καὶ πάλιν ἐσμὸς ἔειπε θεοκλήτων ἱερήων·

τίς τελέθεις; ἵνα πᾶσιν ἀπαγγείλωμεν ἰόντες

ἀνδράσι μυστιπόλοισιν ἀμοιβαίην σέο φωνήν,

80

ἡμέας οἳ προέηκαν ἀελλήεντι πεδίλῳ

δεῦρο μολεῖν· σὺ δὲ ποῖον ἔπος φιλοπευθέι λαῷ

ἀμφὶ σέθεν λέξειας; ὁ δὲ ζαθέης ἀπὸ βίβλου

ἀνέρος ἀρχεγόνοιο θεόσσυτον ἴαχε φωνήν·

φωνὴ ἐγὼ βοόωντος ἐρημάδος ἔνδοθι πέτρης·

85

οἶμον ὀφειλομένην ἰθύνατε παμβασιλῆος,

καί οἱ ἑτοιμοτάτη πελέτω τρίβος, ὡς ἐνὶ βίβλῳ

Ἡσαίας πολύιδρις ἐπέγραφε, θέσπιδι βίβλῳ.

καὶ χορὸς ἄλλος ἄπιστος ἁμαρτινόων Φαρισαίων

πέμπετο καὶ σοφὸν ἄνδρα θεηγόρον εἴρετο μύθῳ·

90

καὶ τί σὺ βαπτίζεις; πόθεν ὕδατι φῦλα καθαίρεις,

εἰ μὴ Χριστὸς ἔφυς ὑψίζυγος οὐδὲ σὺ δίφρου

ἅρπαγος Ἠλίας ἐλατὴρ πυρὸς οὐδὲ προφήτης

πνεύματι παφλάζων, θεοδινέος ἔγκυος ὀμφῆς;

καί σφισι πευθομένοις ἔπος ἴαχε θέσκελος ἀνήρ·

95

ὑμέας αὐτὸς ἵκανον ἐγὼ καθαροῖο λοετροῦ

ὕδατι βαπτίζων· καὶ ὀπίστερος ὅστις ἱκάνει,

σήμερον ἡμείων μέσος ἵσταται, οὗ ποδὸς ἄκρῳ

ἀνδρομέην παλάμην οὐκ ἄξιός εἰμι πελάσσας

λῦσαι μοῦνον ἱμάντα θεοπνεύστοιο πεδίλου.

100

Βηθανίης πέλε ταῦτα θεουδέος ἐγγὺς ἀρούρης

χεύματος ἀντιπέρηθεν Ἰορδανίου ποταμοῖο.

ἀλλ’ὅτε δὴ δρόμον ἄλλον ἑκηβόλος ἤγαγεν ἠώς,

ἁγνὸς Ἰωάννης ἀντώπιον ὄμμα τιταίνων

Ἰησοῦν ἐνόησε καὶ ἀγχικέλευθον ἰόντα

105

δάκτυλον ὀρθώσας ἐπεδείκνυε μάρτυρι λαῷ·

ἠνίδε, παγγενέταο θεοῦ σχεδὸν ἀμνὸς ἐχέφρων·

οὗτος ἔην, ὃν ἔειπον· ὀπίστερος ἔρχεται ἀνήρ,

ὅς μευ ἔφυ προπάροιθεν· ἐγὼ δέ μιν οὐ πάρος ἔγνων

ὄμμασιν, ἀλλ’ἵνα πᾶσιν ἔχων ἄγνωστον ὀπωτὴν

110

Ἰσραὴλ τεκέεσσιν ἀσημάντοισι φανείη,

ἦλθον ἐγὼ προκέλευθος ἀκηρύκτοιο πορείης

βαπτίζων ἀδίδακτον ἀπευθέα λαὸν ἀλήτην.

καὶ πετάσας στόμα θεῖον ὅλῳ φιλοπευθέι λαῷ

μαρτυρίην ἀγόρευεν ἑῇ πανθελγέι φωνῇ,

115

ὅττι περ αἰθερίων κατανεύμενον ἔδρακε κόλπων

πνεῦμα θεοῦ πτερύγων πεφορημένον ἔμφρονι παλμῷ

ἀντίτυπον μίμημα πελειάδος, ἄχρις ἐπ’αὐτὸν

ἦλθε καὶ αὐτόθι μίμνεν· ἐγὼ δέ μιν οὐ πάρος ἔγνων,

ἀλλά μοι αὐτὸς ἔειπεν ἑῇ σημάντορι φωνῇ,

120

ὅSτις ἐμὲ προέηκε παλιγγενέων δέμας ἀνδρῶν

βαπτίζειν ἀπύροισι καὶ ἀπνεύστοισι λοετροῖς·

εἰς ὃν ἐξαθρήσειαξ ὑπηνέμιον καταβαῖνον

πνεῦμα θεοῦ νοεροῖο καὶ ἔμπεδον αὐτόθι μίμνει,

οὗτος ἀφωτίστοισι φάος μερόπεσσιν ὀπάσσει

125

ἐν πυρὶ βαπτίζων καὶ πνεύματι· καί μιν ὀπωπῇ

εἶδον ἐγὼ καὶ ἔειπον ἀληθέα μάρτυρα φωνήν,

ὅττι θεοῦ γόνος οὗτος ἀειζώοιο τοκῆος.

ἀλλ’ὅτε δὴ φάος ἄλλο παλίνδρομος ἤγαγεν ἠώς,

θεῖος ἀνὴρ ἕστηκε, δύω δέ οἱ ἄγχι μαθηταὶ

130

Χριστοῦ θεσπεσίης ἀδαήμονες εἰSέτι μορφῆς·

Χριστὸν ἰδὼν στείχοντα βατὴν χθόνα πεζὸν ὁδίτην,

ἅρματος ὑψιπόροιο μετάρσιον ἡνιοχῆα,

ἁγνὸς Ἰωάννης πάλιν ἴαχεν ἠθάδι φωνῇ·

οὗτος ἐπουρανίοιο θεοῦ λάλος ἀμνὸς ὁδεύει.

135

καὶ ζαθέην ἀίοντες ἀληθέος ἀνδρὸς ἰωὴν

ἀπλανέες δύο φῶτες ὀπίστεροι ἦλθον ὁδῖται

Χριστοῦ νεισσομένοιο. καὶ αὐτοδίδακτον ὀπωπὴν

ἐντροπαλιζομένην διδύμους ἐπὶ φῶτας ἑλίξας

ἑσπομένων ἐρέεινε συνωρίδα δίζυγον ἀνδρῶν·

140

δεῦρο τί μαστεύοντες ἱκάνετε; καὶ μίαν ἄμφω

πευθομένου βασιλῆος ὁμόθροον ἴαχον αὐδήν·

ῥαββίν, ὃ καὶ καλέουσι διδάσκαλε, πῇ, πόθι ναίεις;

καὶ μίαν ἀμφοτέροισιν ἄναξ ξυνώσατο φωνήν·

δεῦτε καὶ ἀθρήσητε. καὶ ἤλυθον ἄχρι μελάθρου

145

καὶ μάθον, ὁππόθι ναῖεν· ὑπωρόφιοι δὲ μαθηταὶ

ἦμαρ ἐκεῖνο τέλεσσαν ἔσω Χριστοῖο μελάθρου

ἀγχίθεοι· δεκάτη δὲ ποδήνεμος ἔτρεχεν ὥρη.

καί τις ἔην, ὃς ἵκανεν ἔσω θεοδέγμονος αὐλῆς,

Ἀνδρείας, μερόπων ἁλιεὺς μετὰ πόντιον ἄγρην,

150

ἰχθυβόλου Σίμωνος ἀδελφεός, εἷς δέ τις αὐτῶν,

οὓς θεὸς ἐξείνισσεν· Ἰωάνναο δὲ φωνῆς

ξυνῆς εἰSαίοντι συνέμπορος ἦεν ἑταίρῳ

ἀγχιφανής· ἄμφω δὲ μιῇ πειθήμονι βουλῇ

Χριστῷ ἐφωμάρτησαν· ὁ μὲν πρώτιστον ὁδεύων

155

σύγγονον εὐώδινος ἐρευνητῆρα θαλάσσης

εὗρεν ἑὸν Σίμωνα καὶ ἔννεπεν ὀξέι μύθῳ·

σύγγονε, Μεσσίαν σοφὸν εὕρομεν, ὃς θεὸς ἀνὴρ

Χριστὸς Ἰουδαίοισιν ἀκούεται Ἑλλάδι φωνῇ.

ὣς εἰπὼν ἐκόμισσεν ὁμόγνιον ὀξὺν ὁδίτην,

160

Ἰησοῦς ὅθι ναῖε· γαληναίῳ δὲ προSώπῳ

Χριστὸς ἰδὼν Σίμωνα σοφῷ μειλίξατο μύθῳ·

υἱὸς Ἰωάνναο σὺ μὲν πέλες, ἐσσὶ δὲ Σίμων

ἐργατίνης πόντοιο· σύ μοι κικλήσκεο Κηφᾶς,

δεύτερον οὔνομα δέξο νεώτερον, ἀνέρες ἄλλοι

165

Πέτρον ὅπερ καλέουσιν· ἐπωνυμίην δὲ καλύψει

πρεσβυτέρην Σίμωνος ὑπέρτερον οὔνομα Πέτρου,

πίστιος ἀρραγέος σημήιον. ἀλλ’ὅτε γείτων

ἀκροφανὴς δροσερῇσι βολαῖς πορφύρετο Σιών,

Ἰησοῦς μετὰ νύκτα λιπόσκιον ἤθελε βαίνειν

170

εἰς πόλιν εὐώδινα τανυπλοκάμων Γαλιλαίων.

καὶ σχεδὸν εὗρε Φίλιππον· ἄναξ δέ μιν εἶπε γενέσθαι

πιστὸν ἑὸν συνάεθλον, ὀπισθοκέλευθον ὁδίτην·

ἕσπεο καὶ σύ, Φίλιππε. καὶ εἰSέτι θερμὸς ἀκούων

οὔασι μῦθον ἔδεκτο καὶ ἴχνεσιν ἔφθασε φωνήν.

175

ξυνὴν δ’εἶχε Φίλιππος ἑὴν Βηθσαιδὰ πάτρην,

Ἀνδρείας ὅθι ναῖεν, ὅπῃ θρασὺς ᾤκεε Σίμων.

Ναθαναὴλ δὲ Φίλιππος ἑῷ μειλίξατο μύθῳ,

εὑρὼν εὐπετάλοιο κάτω δρυός· ὃν σοφὸς ἀνὴρ

Μωσῆς ἀρχιγένεθλος ἐπέγραφε θέσπιδι βίβλῳ,

180

εὕρομεν, ὅν ποτε πάντες ὁμορρήτῳ τινὶ μύθῳ

ἐσσομένων κήρυκες ἐπιστώσαντο προφῆται,

Ἰησοῦν ὁσίοιο βοώμενον υἱὸν Ἰωσήφ,

Ναζαρὲθ ναετῆρα, θεοῦ γόνον. ἀγχιπόρῳ δὲ

Ναθαναὴλ ταχύμητις ἔπος ξύνωσε Φιλίππῳ·

185

Ναζαρὲθ δύναται καλὸν ἔμμεναι; εἰρομένῳ δὲ

σύνδρομος εἶπε Φίλιππος ἀπειροκάκῳ τινὶ μύθῳ·

ἔρχεο καὶ σκοπίαζε. καὶ ἀγχικέλευθον ὁδίτην

Ναθαναὴλ ταχύγουνον ἄναξ ἐπεδείκνυε λαῷ·

Ἰσραὴλ γόνος οὗτος ἐτήτυμος οὔτινι τεύχων

190

ἢ δόλον ἀλλοπρόSαλλον ἢ ἀγκύλα μήδεα φαίνων.

Ναθαναὴλ δ’ἀίων ἐπεμίγνυε θαύματι φωνήν·

πῶς φρεσὶ γινώσκεις με, τὸν οὐ πάρος εἶδες ὀπωπῇ;

εἰπέ, πόθεν νοέεις με; καὶ ἀνέρι θέσκελον αὐδὴν

κοίρανος ὀμφήεντος ἀνήρυγεν ἀνθερεῶνος·

195

πρὶν καλέσαι σε Φίλιππον, ὑπὸ σκιοειδέι συκῇ

ἔδρακον ὑψικόμοισι παρενδιάοντα κορύμβοις

ὄμμασι καὶ πραπίδεσσι τὸν οὐ παρεόντα δοκεύων.

Ναθαναὴλ δ’ὀλόλυξεν ἔχων ταχυπειθέα βουλὴν

θαύματι πιστὰ μέτωπα θεουδέι χειρὶ πατάξας·

200

ῥαββίν, ἐπουρανίων ἀδύτων ὑψίθρονε ποιμήν,

Ἰσραὴλ σὺ πέλεις βασιλεύς, σὺ Χριστὸς ὑπάρχεις,

υἱὸς ἀειζώοιο θεοῦ λόγος· ἀμφότερον δέ,

Ἰσραὴλ τεκέων σε θεὸν βασιλῆα καλέσσω

καί σε θεοῦ ζώοντος ἐτήτυμον υἱὸν ἐνίψω.

205

καί μιν ἄναξ θάρσυνεν ἐς ἐλπίδα φέρτερον ἕλκων·

πίστιν ἔχεις ἕνα μοῦνον ἀθαμβέα μῦθον ἀκούσας,

ὅττι σε μοῦνον ἔειπον ἰδεῖν ὑπὸ πυθμένα συκῆς·

ὄμμασι πιστοτέροισιν ὑπέρτερα θαύματα λεύσσεις·

μάρτυρον ἐμπεδόμυθον ἀμήν, ἀμὴν σέβας ἔστω·

210

οὐρανὸν ἀθρήσητε κεχηνότα θέσπιδι ῥιπῇ

πεπταμένων στεφανηδὸν ἀθηήτων κενεώνων,

ἀγγελικῆς τε φάλαγγος ἐυπτέρον ἐσμὸν ὁδίτην

αἰθερίης ὄψεσθε καταίσσοντα κελεύθου,

οὐρανόθεν κατιόντα, παλιννόστῳ τε πορείῃ

215

οὐρανὸν εἰSανιόντα μετάρσιον, ἠεροφοίτην,

υἱέος ἀνθρώποιο διάκτορον.